Hrevin Khalaf |
domenica 13 ottobre 2019
venerdì 11 ottobre 2019
Frammenti di Archiloco - lettura
Moneta d'argento da Paros, 200 a.C. ca. Archiloco seduto, con lira e plettro. Immagine tratta dall'art. di G. Nagy https://classical-inquiries.chs.harvard.edu/picturing-archilochus-as-a-cult-hero/ |
Per alcuni frammenti, si può vedere analisi metrica e lettura anche nel prezioso Poesialatina del prof. Giuseppe Frappa, sotto la voce Archiloco, in Testi greci interattivi,
a questo link:
http://www.poesialatina.it/_ns/Greek/tt2/p/Elenco.html
Fr.
1 W. - distico
elegiaco fr. 1 lettura
εἰμὶ δ' ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος
Fr.
2 W. - distico
elegiaco fr. 2 lettura
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ' οἶνος
Ἰσμαρικός· πίνω δ' ἐν δορὶ κεκλιμένος
Fr.
5 W. - distici
elegiaci fr. 5 lettura
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι,
ἔντος ἀμώμητον,
κάλλιπον οὐκ ἐθέλων·
αὐτὸν δ' ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη;
ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω.
Fr.
13 W. - distici
elegiaci fr. 13 lettura
κήδεα μὲν στονόεντα
Περίκλεες οὔτέ τις ἀστῶν
μεμφόμενος θαλίηις
τέρψεται οὐδὲ πόλις·
τοίους γὰρ κατὰ κῦμα
πολυφλοίσβοιο θαλάσσης
ἔκλυσεν, οἰδαλέους δ' ἀμφ'
ὀδύνηις ἔχομεν
πνεύμονας. ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν 5
ὦ φίλ' ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν
φάρμακον. ἄλλοτε ἄλλος ἔχει
τόδε· νῦν μὲν ἐς ἡμέας
ἐτράπεθ', αἱματόεν δ' ἕλκος
ἀναστένομεν,
ἐξαῦτις δ' ἑτέρους ἐπαμείψεται. ἀλλὰ τάχιστα
τλῆτε, γυναικεῖον πένθος ἀπωσάμενοι. 10
Fr.
19 W. - trimetri
giambici fr. 19 lettura
"οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,
οὐδ' εἷλέ πώ με ζῆλος, οὐδ'
ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρέω
τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν
ὀφθαλμῶν ἐμῶν."
Fr.
114 W. -
tetrametri trocaici catalettici fr. 114 lettura
οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον
οὐδὲ βοστρύχοισι γαῦρον οὐδ' ὑπεξυρημένον,
ἀλλά μοι σμικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν
ῥοικός, ἀσφαλέως
βεβηκὼς ποσσί, καρδίης πλέως.
Fr.
118 W. -
tetrametri trocaici catalettici fr. 118 lettura
εἰ
γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.
Fr.
122 W. - tetrametri
trocaici catalettici fr. 122 lettura
χρημάτων ἄελπτον
οὐδέν ἐστιν οὐδ' ἀπώμοτον
οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
ἐκ μεσαμβρίης ἔθηκε νύκτ', ἀποκρύψας φάος
ἡλίου λάμποντος, λυγρὸν†δ' ἦλθ' ἐπ' ἀνθρώπους δέος.
ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται 5
ἀνδράσιν· μηδεὶς ἔθ' ὑμέων εἰσορέων θαυμαζέτω
μηδ' ἐὰν δελφῖσι
θῆρες ἀνταμείψωνται νομὸν
ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα
φίλτερ' ἠπείρου
γένηται, τοῖσι δ' ὑλέειν ὄρος.
Fr.
126 W. - tetrametri trocaici catalettici fr. 126 lettura
ˉ ˘ ˉ ˉ̆ ˉ ˘ ˉ ˉ̆ ἓν
δ' ἐπίσταμαι μέγα,
τὸν κακῶς ‹μ'› ἔρδοντα
δεινοῖς ἀνταμείβεσθαι κακοῖς.
Fr.
128 W. - tetrametri trocaici catalettici fr. 128 lettura
θυμέ, θύμ', ἀμηχάνοισι κήδεσιν κυκώμενε,
ἀναδευ δυσμενῶν†δ'
ἀλέξεο προσβαλὼν ἐναντίον
στέρνον ἐνδοκοισιν
ἐχθρῶν πλησίον κατασταθεὶς
ἀσφαλέως· καὶ μήτε νικέων ἀμφάδην ἀγάλλεο,
μηδὲ νικηθεὶς
ἐν οἴκωι καππεσὼν ὀδύρεο, 5
ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα
μὴ λίην, γίνωσκε
δ' οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.
Iscriviti a:
Post (Atom)